Septuagint in Johannine Writings


Zeal for Your House Consumes Me
Ps 69:9 (LXX 68:10) ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέν με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ ἐμέ. John 2:17 Ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν· ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.
LXX has aorist κατέφαγέν, but John uses future middle καταφάγεταί.


Bread from Heaven
Ps 78:24 (LXX 77:24) καὶ ἔβρεξεν αὐτοῖς μαννα φαγεῖν καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. John 6:31 οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον· ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.
John 6:31 has ἄρτον ἐκ τοῦ οὐρανοῦ instead of ἄρτον οὐρανοῦ, and adds φαγεῖν from Ps 78:24a.


Who Has Believed Our Message
Isa 53:1 κύριε τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη. John 12:38 ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν· κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη;

Rom 10:16 Ἀλλ᾿ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει· κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;

Exact quote.


He Who Shares My Bread Is Against Me
Ps 41:9 (LXX 40:10) καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου ἐφ᾿ ὃν ἤλπισα ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ᾿ ἐμὲ πτερνισμόν. John 13:18 ὁ τρώγων μου τὸν ἄρτον ἐπῆρεν ἐπ᾿ ἐμὲ τὴν πτέρναν αὐτοῦ.
The quotation is closer to the Hebrew than to the LXX.


No Bones Broken
Ex 12:10 οὐκ ἀπολείψετε ἀπ αὐτοῦ ἕως πρωὶ καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ αὐτοῦ· τὰ δὲ καταλειπόμενα ἀπ αὐτοῦ ἕως πρωὶ ἐν πυρὶ κατακαύσετε.

Ex 12:46 ἐν οἰκίᾳ μιᾷ βρωθήσεται, καὶ οὐκ ἐξοίσετε ἐκ τῆς οἰκίας τῶν κρεῶν ἔξω· καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ αὐτοῦ.

Num 9:12 οὐ καταλείψουσιν ἀπ αὐτοῦ εἰς τὸ πρωὶ καὶ ὀστοῦν οὐ συντρίψουσιν ἀπ αὐτοῦ· κατὰ τὸν νόμον τοῦ πασχα ποιήσουσιν αὐτό.

Ps 34:20 (LXX 33:21) κύριος φυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται.

John 19:36 ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ· ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ.
A loose quote rather than a direct quote of any LXX text. C.K. Barrett: "It is difficult to give the source of this quotation. Three or four OT passages come under consideration: Ex 12:10 (cf. v.46), Num 9:12; Ps 34(33):21. The Pentateuchal passages refer to the passover sacrifice, of which no bone may be broken; that in the Psalter refers to God's care of the faithful (κύριος φυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν)." (The Gospel According to John, London: SPCK, 1967)


They Will Look on the One They Have Pierced
Zech 12:10 καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυιδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ καὶ ἐπιβλέψονται πρός με ἀνθ᾿ ὧν κατωρχήσαντο καὶ κόψονται ἐπ᾿ αὐτὸν κοπετὸν ὡς ἐπ᾿ ἀγαπητὸν καὶ ὀδυνηθήσονται ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ. John 19:37 καὶ πάλιν ἑτέρα γραφὴ λέγει· ὄψονται εἰς ὃν ἐξεκέντησαν.

Rev 1:7 Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ᾿ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. ναί, ἀμήν.

LXX has "They shall look upon me because they have mocked me", while the John 19:37 is "They shall look upon the one whom they have pierced" (and Rev 1:7 also has ἐξεκέντησαν). Obviously John gets the quote from HMT and not LXX.


Rule with an Iron Scepter
Ps 2:9 ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Rev 2:27 καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ ὡς τὰ σκεύη τὰ κεραμικὰ συντρίβεται.

Rev 12:5 καὶ ἔτεκεν υἱὸν ἄρσεν, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ. καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ.

Rev 19:15 καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ θεοῦ τοῦ παντοκράτορος,

Rev 2:27 is a pretty close quote, with a few minor differences: ①Rev has 3s ποιμανεῖ instead of 2s ποιμανεῖς; ②Rev has the article before σκεύη; ③Rev has "clay vessels" instead of "potter's vessel"; ④Rev has present passive συντρίβεται instead of future active συντρίψεις αὐτούς.
Rev 12:5 and 19:15 only quote the first half.
MHT has תְּרֹעֵם (Qal impf 2ms רָעַע "to break" +3mp). But LXX appears to read it as תִּרְעֵם (Qal impf 2ms רָעַה "to shepherd" +3mp).


Holy Holy Holy is the Lord
Isa 6:3 καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Rev 4:8 καὶ τὰ τέσσαρα ζῷα, ἓν καθ᾿ ἓν αὐτῶν ἔχων ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν, καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες· ἅγιος ἅγιος ἅγιος κύριος ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος.




Back to MainVerse Indexes ║ Last Updated: Feb 5, 2022