1. John 10:11 Ἐγώ εἰμι ὁ ποιμὴν (shepherd) ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων (sheep).
2. John 20:13 ἦραν τὸν κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.
3. John 6:32 οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ᾿ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν (true).
4. Rev 3:20 Ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν (door) καὶ κρούω (I knock)· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτὸν.
(In the perfect, ἵστημι can have a present meaning.)
5. Matt 4:5 Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον (pinnacle) τοῦ ἱεροῦ.
(lexical form: παραλαμβάνω = παρά + λαμβάνω = I take, receive from)
6. John 15:13 μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων (friends) αὐτοῦ.
7. Mark 4:11 ὑμῖν τὸ μυστήριον (mystery) δέδοται τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται.
8. Luke 11:18 εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ᾿ ἑαυτὸν διεμερίσθη (he/she/it was divided), πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ;
9. Luke 8:18 ὃς ἂν γὰρ ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ.
10. Luke 6:8 εἶπεν δὲ τῷ ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον· καὶ ἀναστὰς ἔστη.
(lexical form: ξηρός, -ά, -όν = adjective, "dry, withered")