Septuagint in Johannine Writings


Zeal for Your House Consumes Me
Ps 69:9 (LXX 68:10) ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέν με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ ἐμέ. John 2:17 Ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν· ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.
LXX has aorist κατέφαγέν, but John uses future middle καταφάγεταί.


Bread from Heaven
Ps 78:24 (LXX 77:24) καὶ ἔβρεξεν αὐτοῖς μαννα φαγεῖν καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. John 6:31 οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον· ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.
John 6:31 has ἄρτον ἐκ τοῦ οὐρανοῦ instead of ἄρτον οὐρανοῦ, and adds φαγεῖν from Ps 78:24a.


He Who Shares My Bread Is Against Me
Ps 41:9 (LXX 40:10) καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου ἐφ᾿ ὃν ἤλπισα ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ᾿ ἐμὲ πτερνισμόν. John 13:18 ὁ τρώγων μου τὸν ἄρτον ἐπῆρεν ἐπ᾿ ἐμὲ τὴν πτέρναν αὐτοῦ.
The quotation is closer to the Hebrew than to the LXX.


No Bones Broken
Ex 12:10 οὐκ ἀπολείψετε ἀπ αὐτοῦ ἕως πρωὶ καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ αὐτοῦ· τὰ δὲ καταλειπόμενα ἀπ αὐτοῦ ἕως πρωὶ ἐν πυρὶ κατακαύσετε.

Ex 12:46 ἐν οἰκίᾳ μιᾷ βρωθήσεται, καὶ οὐκ ἐξοίσετε ἐκ τῆς οἰκίας τῶν κρεῶν ἔξω· καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ αὐτοῦ.

Num 9:12 οὐ καταλείψουσιν ἀπ αὐτοῦ εἰς τὸ πρωὶ καὶ ὀστοῦν οὐ συντρίψουσιν ἀπ αὐτοῦ· κατὰ τὸν νόμον τοῦ πασχα ποιήσουσιν αὐτό.

Ps 34:20 (LXX 33:21) κύριος φυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται.

John 19:36 ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ· ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ.
A loose quote rather than a direct quote of any LXX text. C.K. Barrett: "It is difficult to give the source of this quotation. Three or four OT passages come under consideration: Ex 12:10 (cf. v.46), Num 9:12; Ps 34(33):21. The Pentateuchal passages refer to the passover sacrifice, of which no bone may be broken; that in the Psalter refers to God's care of the faithful (κύριος φυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν)." (The Gospel According to John, London: SPCK, 1967)


They Will Look on the One They Have Pierced
Zech 12:10 καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυιδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ καὶ ἐπιβλέψονται πρός με ἀνθ᾿ ὧν κατωρχήσαντο καὶ κόψονται ἐπ᾿ αὐτὸν κοπετὸν ὡς ἐπ᾿ ἀγαπητὸν καὶ ὀδυνηθήσονται ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ. John 19:37 καὶ πάλιν ἑτέρα γραφὴ λέγει· ὄψονται εἰς ὃν ἐξεκέντησαν.

Rev 1:7 Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ᾿ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. ναί, ἀμήν.

LXX has "They shall look upon me because they have mocked me", while the John 19:37 is "They shall look upon the one whom they have pierced" (and Rev 1:7 also has ἐξεκέντησαν). Obviously John gets the quote from HMT and not LXX.




Back to MainVerse Indexes ║ Last Updated: Dec 14, 2016