Exercise 23 Imperative


Translate, parse the underlined words, and explain any significance of the tenses used.

1. Matt 25:21 εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
 

2. Phil 4:4 Χαίρετε ἐν κυρίῳ πάντοτε (always)· πάλιν ἐρῶ, χαίρετε.
 

3. Mark 6:22 αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω (I will give) σοι.
 

4. Mark 4:9 ὃς ἔχει ὦτα (ears) ἀκούειν ἀκουέτω.
 

5. Matt 9:5 τί γάρ ἐστιν εὐκοπώτερον (easier), εἰπεῖν· ἀφίενταί (they are forgiven) σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· ἔγειρε καὶ περιπάτει;
 

6. John 8:11 πορεύου, καὶ ἀπὸ τοῦ νῦν μηκέτι (no longer) ἁμάρτανε.
 

7. 1John 2:15 Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ.
 

8. Matt 8:9 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας (soldiers), καὶ λέγω τούτῳ· πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· ποίησον τοῦτο, καὶ ποιεῖ.
 
 

9. Mark 11:23 ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ (he/she/it might waver) ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύῃ ὅτι ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ.
 
 
 

Back to Main || Lesson 23